Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.57 Joseph. AJ 6.60 (English) >>Joseph. AJ 6.63

6.59 φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφʼ αἵματος ὑπʼ αὐτοῦ στεργόμενον ἀσφαλὲς σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδʼ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι. 6.60

Σαμουῆλος δὲ καλεῖ τὸν λαὸν εἰς Μασφὰ πόλιν καὶ πρὸς αὐτὸν διατίθεται λόγους, οὓς κατʼ ἐντολὴν φράζειν ἔλεγε τοῦ θεοῦ, ὅτι τὴν ἐλευθερίαν αὐτοῖς ἐκείνου παρασχόντος καὶ τοὺς πολεμίους δουλώσαντος ἀμνημονήσειαν τῶν εὐεργεσιῶν, καὶ τὸν μὲν θεὸν ἀποχειροτονοῦσι τῆς βασιλείας οὐκ εἰδότες ὡς συμφορώτατον ὑπὸ τοῦ πάντων ἀρίστου προστατεῖσθαι, 6.61θεὸς δὲ πάντων ἄριστος, αἱροῦνται δʼ ἔχειν ἄνθρωπον βασιλέα, ὃς ὡς κτήματι τοῖς ὑποτεταγμένοις κατὰ βούλησιν καὶ ἐπιθυμίαν καὶ τῶν ἄλλων παθῶν ὁρμὴν χρήσεται τῆς ἐξουσίας ἀφειδῶς ἐμφορούμενος, ἀλλʼ οὐχ ὡς ἴδιον ἔργον καὶ κατασκεύασμα τὸ τῶν ἀνθρώπων γένος οὕτως διατηρῆσαι σπουδάσει, θεὸς δὲ κατὰ ταύτην τὴν αἰτίαν κήδοιτο. ἀλλʼ ἐπεὶ δέδοκται ταῦτα ὑμῖν καὶ κεκράτηκεν πρὸς τὸν θεὸν ὕβρις, τάχθητε πάντες κατὰ φυλάς τε καὶ σκῆπτρα καὶ κλήρους βάλετε.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.57 Joseph. AJ 6.60 (English) >>Joseph. AJ 6.63

Powered by PhiloLogic